TLG 1812 002 :: DEMARATUS :: Fragmenta DEMARATUS Hist., vel Demagetus Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 379–380. Frr. 1–6 Citation: Fragment — (line) | ||
t1 | ΑΡΚΑΔΙΚΑ. | |
1(t) | E LIBRO SECUNDO. | |
1 | Plutarchus Parall. min. c. 16: Τεγεάταις καὶ Φανεάταις χρονίου πολέμου γενομένου, ἔδοξε τριδύ‐ μους ἀδελφοὺς πέμψαι τοὺς μαχησομένους περὶ τῆς νίκης. [Καὶ] Τεγεᾶται μὲν οὖν τοὺς Ῥηξιμάχου παῖ‐ | |
---|---|---|
5 | δας, Φανεᾶται δὲ τοὺς Δημοστράτου προὐβάλλοντο. Συμβληθείσης δὲ τῆς μάχης, ἐφονεύθησαν τῶν Ῥηξι‐ μάχου δύο· ὁ δὲ τρίτος, τοὔνομα Κριτόλαος, στρατη‐ γήματι περιεγένετο τῶν δύο (l. τῶν ἀντιπάλων ex Stobaeo)· προσποιητὴν γὰρ φυγὴν σκηψάμενος, κατὰ | |
10 | ἕνα τῶν διωκόντων ἀνεῖλε. Καὶ ἐλθόντος, οἱ μὲν ἄλλοι συνεχάρησαν, μόνη δ’ οὐκ ἐχάρη ἡ ἀδελφὴ Δημοδίκη· πεφονεύκει γὰρ αὐτῆς τὸν κατηγγυημένον ἄνδρα, Δη‐ μόδικον. Ἀναξιοπαθήσας δὲ ὁ Κριτόλαος ἀνεῖλεν αὐτήν. Φόνου δ’ ἀγόμενος ὑπὸ τῆς μητρὸς, ἀπελύθη τῶν ἐγ‐ | |
15 | κλημάτων· ὡς Δημάρατος ἐν δευτέρῳ Ἀρκαδικῶν. | |
t2 | ΦΡΥΓΙΑΚΑ. E LIBRO QUARTO. | |
2 | Plutarch. De fluv. c. 9, 4: Παράκειται δ’ αὐτῷ (Μαιάνδρῳ) ὄρος Σίπυλον, τὴν προσηγορίαν ἔχον ἀπὸ Σιπύλου τοῦ Ἀγήνορος καὶ Διωξίππης παιδός. Οὗτος γὰρ μητροκτονήσας κατ’ ἄγνοιαν, καὶ ὑπ’ Ἐριννύων | |
5 | οἰστρηλατηθεὶς, εἰς τὸ Κεραύνιον ὄρος ἦλθε, καὶ διὰ λύπης ὑπερβολὴν βρόχῳ τὸν βίον περιέγραψε. Τὸ δ’ ὄρος κατὰ πρόνοιαν θεῶν ἀπ’ αὐτοῦ Σίπυλον ὠνο‐ μάσθη. Γεννᾶται δ’ ἐν αὐτῷ λίθος, παρόμοιος κυλίν‐ δρῳ, ὃν οἱ εὐσεβεῖς υἱοὶ, ὅταν εὕρωσιν, ἐν τῷ τεμένει | |
10 | τῆς Μητρὸς τῶν θεῶν τιθέασι, καὶ οὐδέποτε χάριν ἀσεβείας ἁμαρτάνουσιν, ἀλλὰ φιλοπάτορες ὑπάρχουσι, καὶ πρὸς τοὺς προσήκοντας συμπαθοῦσι, ὡς ἱστορεῖ Ἀγαθαρχίδης ὁ Σάμιος ἐν δʹ Περὶ λίθων. Μέμνηται δὲ τούτων ἀκριβέστερον Δημάρατος ἐν δʹ [Περὶ] Φρυγίας. | |
t3 | ΠΕΡΙ ΠΟΤΑΜΩΝ E LIBRO TERTIO. | |
3 | Idem ib. c. 9, 3: Γεννᾶται δ’ ἐν αὐτῷ (sc. Μαιάν‐ δρῳ) λίθος, κατ’ ἀντίφρασιν Σώφρων καλούμενος, ὃν ἐὰν βάλῃς τινὸς εἰς κόλπον, ἐμμανὴς γίνεται καὶ φο‐ νεύει τινὰ τῶν συγγενῶν· ἐξιλασάμενος δὲ τὴν Μητέρα | |
5 | τῶν θεῶν, ἀπαλλάσσεται τοῦ πάθους· καθὼς ἱστορεῖ Δημάρατος ἐν γʹ Περὶ ποταμῶν. Μέμνηται δὲ τούτων καὶ Ἀρχέλαος ἐν αʹ Περὶ λίθων. | |
t4a-4b | ΤΡΑΓῼΔΟΥΜΕΝΑ. E LIBRO PRIMO VEL TERTIO. | |
4a | Clem. Alex. Protr. c. 3: Ἐρεχθεὺς δὲ ὁ Ἀττικὸς καὶ Μάριος ὁ Ῥωμαῖος τὰς αὐτῶν ἐθυσά‐ την θυγατέρας· ὧν ὁ μὲν τῇ Φερεφάττῃ, ὡς Δημάρα‐ τος ἐν πρώτῃ Τραγῳδουμένων, ὁ δὲ τοῖς ἀποτροπαίοις, | |
5 | ὁ Μάριος, ὡς Δωρόθεος ἐν τῇ τετάρτῃ Ἰταλικῶν ἱστο‐ | |
ρεῖ. | 379 | |
4b | Stobaeus Florileg. XXXIX, 33: Δημαράτου ἐν τρίτῳ Τραγῳδουμένων. Ἀθηναίων πρὸς Εὔμολπον τὸν Θρᾳκῶν βασιλέα πόλεμον ἐχόντων, Ἐρεχθεὺς ὁ τῆς Ἀττικῆς προϊστάμενος χρησμὸν ἔλαβεν, ὅτι νικήσει | |
5 | τοὺς ἐχθροὺς, ἐὰν τὴν πρεσβυτάτην τῶν θυγατέρων Περσεφόνῃ θύσῃ. Παραγενόμενος δ’ εἰς Ἀθήνας Πρα‐ ξιθέᾳ τῇ γυναικὶ τὴν Πυθόχρηστον μαντείαν ἀπήγγει‐ λεν· εἶθ’ οὕτω τὴν κόρην προσαγαγὼν τοῖς βωμοῖς ἀνεῖλε, καὶ συμβαλὼν τὸν πόλεμον ἐγκρατὴς ἐγένετο | |
10 | τῆς νίκης. | |
5 | Schol. Apoll. Rh. I, 45: Ἴφικλος υἱὸς ἦν Φυ‐ λάκου καὶ Κλυμένης τῆς Μινύου. Τοῦτον Ἡσίοδος (fr. 162) ἐπὶ πυρίνων ἀθέρων τρέχειν φησὶ, Δημά‐ ρατος δὲ ἐπὶ τῆς θαλάσσης. | |
6a | Apollodor. I, 9, 19, 7: Δημάρατος δὲ αὐτὸν (Herculem) εἰς Κόλχους πεπλευκότα παρέδωκε. Διο‐ νύσιος μὲν γὰρ αὐτὸν καὶ ἡγεμόνα τῶν Ἀργοναυτῶν γενέσθαι. | |
6b | Schol. Apoll. Rh. I, 1290: Διονύσιος δὲ ὁ Μι‐ τυληναῖος συμπεπλευκέναι φησὶ τὸν ἥρωα (Ἡρακλέα) τοῖς ἀριστεῦσιν καὶ τὰ περὶ Μήδειαν συμπεπραχέναι | |
τῷ Ἰάσονι. Ὁμοίως καὶ Δημάρατος. | 380 |